Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.22 Dem. 61.25 (English) >>Dem. 61.28

61.24ἔτι δὲ κρίνων τοὺς μὲν τὰ δρομικὰ γυμναζομένους οὐδὲν πρὸς ἀνδρείαν οὐδʼ εὐψυχίαν ἐπιδιδόναι, τοὺς δὲ τὴν πυγμὴν καὶ τὰ τοιαῦτʼ ἀσκήσαντας πρὸς τῷ σώματι καὶ τὴν γνώμην διαφθείρεσθαι, τὸ σεμνότατον καὶ κάλλιστον τῶν ἀγωνισμάτων καὶ μάλιστα πρὸς τὴν σεαυτοῦ φύσιν ἁρμόττον ἐξελέξω, τῇ μὲν συνηθείᾳ τῶν ὅπλων καὶ τῇ τῶν δρόμων φιλοπονίᾳ τοῖς ἐν τῷ πολέμῳ συμβαίνουσιν ὡμοιωμένον, τῇ δὲ μεγαλοπρεπείᾳ καὶ τῇ σεμνότητι τῆς παρασκευῆς πρὸς τὴν τῶν θεῶν δύναμιν εἰκασμένον, 61.25πρὸς δὲ τούτοις ἡδίστην μὲν θέαν ἔχον, ἐκ πλείστων δὲ καὶ παντοδαπῶν συγκείμενον, μεγίστων δʼ ἄθλων ἠξιωμένον· πρὸς γὰρ τοῖς τιθεμένοις τὸ γυμνασθῆναι καὶ μελετῆσαι τοιαῦτʼ οὐ μικρὸν ἆθλον προφανήσεται τοῖς καὶ μετρίως ἀρετῆς ἐφιεμένοις. τεκμήριον δὲ μέγιστον ἄν τις ποιήσαιτο τὴν Ὁμήρου ποίησιν, ἐν καὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους μετὰ τοιαύτης παρασκευῆς πολεμήσαντας πεποίηκεν ἀλλήλοις· ἔτι δὲ καὶ νῦν τῶν πόλεων τῶν Ἑλληνίδων οὐ ταῖς ταπεινοτάταις, ἀλλὰ ταῖς μεγίσταις ἐν τοῖς ἀγῶσι χρῆσθαι σύνηθές ἐστιν. 61.26 μὲν οὖν προαίρεσις οὕτω καλὴ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἠγαπημένη· νομίζων δʼ οὐδὲν εἶναι προὔργου τῶν σπουδαιοτάτων ἐπιθυμεῖν οὐδὲ καλῶς πρὸς ἅπαντα πεφυκέναι τὸ σῶμα μὴ τῆς ψυχῆς φιλοτίμως παρεσκευασμένης, τὴν μὲν φιλοπονίαν ἐν τοῖς γυμνασίοις εὐθέως ἐπιδειξάμενος οὐδʼ ἐν τοῖς ἔργοις ἐψεύσω, τὴν δʼ ἄλλην ἐπιφάνειαν τῆς σαυτοῦ φύσεως καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν ἐν τοῖς ἀγῶσι μάλιστʼ ἐνεδείξω.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 61.22 Dem. 61.25 (English) >>Dem. 61.28

Powered by PhiloLogic